Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.59 Dem. 23.62 (English) >>Dem. 23.64

23.61ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸ πρᾶγμα· τίνα γὰρ οἴσει ἄξει βίᾳ ἀδίκως Χαρίδημος; πάντας ἀνθρώπους. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι πάντες οἱ στράτευμʼ ἔχοντες, ὧν ἂν οἴωνται κρείττους ἔσεσθαι, ἄγουσι καὶ φέρουσι χρήματʼ αἰτοῦντες. εἶτʼ οὐ δεινόν, γῆ καὶ θεοί, καὶ φανερῶς παράνομον, οὐ μόνον παρὰ τὸν γεγραμμένον νόμον, ἀλλὰ καὶ παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων, τὸν ἄγοντʼ φέροντα βίᾳ τἄμʼ ἐν πολεμίου μοίρᾳ μὴ ἐξεῖναί μοι ἀμύνεσθαι, εἴ γε μηδὲ τοῦτον τὸν τρόπον ἐξέσται Χαρίδημον ἀποκτεῖναι, ἀλλά, ἐὰν ἀδικῶν ἄγῃ καὶ φέρῃ βίᾳ τά τινος λῃζόμενος, ἀγώγιμος κτείνας ἔσται, τοῦ νόμου διδόντος, ἐὰν ἐπὶ τούτοις, ἀθῷον εἶναι;

23.62λέγε τὸν μετὰ ταῦτα νόμον.Νόμος

ὃς ἂν ἄρχων ἰδιώτης αἴτιος τὸν θεσμὸν συγχυθῆναι τόνδε, μεταποιήσῃ αὐτόν, ἄτιμον εἶναι καὶ παῖδας ἀτίμους καὶ τὰ ἐκείνου.

ἠκούσατε μὲν τοῦ νόμου λέγοντος ἄντικρυς, ἄνδρες Ἀθηναῖοι, “ὃς ἂν ἄρχων ἰδιώτης αἴτιος τὸν θεσμὸν συγχυθῆναι τόνδε, μεταποιήσῃ αὐτόν, ἄτιμος ἔστω καὶ οἱ παῖδες καὶ τὰ ἐκείνου.” ἆρʼ οὖν μικρὰν φαύλην πρόνοιαν ἔχειν ὑμῖν θεὶς τὸν νόμον δοκεῖ, ὅπως κύριος ἔσται καὶ μήτε συγχυθήσεται μήτʼ αὖ μεταποιηθήσεται; ἀλλʼ Ἀριστοκράτης οὑτοσὶ μικρὰ φροντίσας αὐτοῦ μεταποιεῖ καὶ συγχεῖ. τί γὰρ ἄλλʼ ἐστὶν τὸ μεταποιεῖν ὅταν ἔξω τῶν τεταγμένων δικαστηρίων καὶ ὅρων, ὧν εἴργεσθαι δεῖ, διδῷ τις τὰς τιμωρίας, καὶ τὸ λόγου τυχεῖν ἀναιρῶν ἐκδότους ποιῇ; τί δʼ ἄλλο τὸ συγχεῖν ὅταν ἑξῆς οὑτωσὶ πάντα τἀναντία τῶν ἐν τοῖς νόμοις τις γεγραμμένων γράφῃ;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.59 Dem. 23.62 (English) >>Dem. 23.64

Powered by PhiloLogic